Ancient Greek · ~5 min
1.43 to 1.46
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.43-46
Not analysed yet
ὁ δὲ Ἄτταλος ‘καὶ αὐτὸς μεγάλως ἐξαιτηθεὶς ὑπὸ τοῦ ὄχλου καὶ γὰρ ἦν ὀνομαστός) ἕτοιμος εἰσῆλθεν ἀγωνιστὴς διὰ τὸ “εὐσυνείδητον, ἐπειδὴ γνησίως ἐν τῇ Χριστιανῇ συν- “τάξει γεγυμνασμένος ἦν, καὶ ἀεὶ μάρτυς ἐγεγόνει “παρ’ ἡμῖν ἀληθείας. καὶ περιαχθεὶς κύκλῳ τοὐ “ἀμφιθεάτρου, πίνακος αὐτὸν προάγοντος ἐν ᾧ ἐγέ- “γραπτο ‘οὗτός ἐστιν Ἄτταλος ὁ “νός᾿, καὶ τοῦ δήμου σφόδρα σφριγῶντος ἐπ’ αὐτῷ, ‘μαθὼν ὁ ἡγεμὼν ὅτι Ῥωμαῖός ἐστιν, ἐκέλευσεν αὐτὸν ἀναληφθῆναι μετὰ καὶ τῶν λοιπῶν τῶν ἐν τῇ “εἱρκτῇ ὄντων, περὶ ὧν ἐπέστειλε τῷ Καίσαρι, καὶ περιέμενε τὴν ἀπόφασιν τὴν ἀπ’ ἐκείνου. ὁ δὲ διὰ μέσου καιρὸς οὐκ ἀργὸς αὐτοῖς οὐδὲ ἄκαρπος ἐγίνετο, ἀλλὰ διὰ τῆς ὑπομονῆς αὐτῶν τὸ ἀμέτρητον ἔλεος ἀνεφαίνετο Χριστοῦ. διὰ γὰρ τῶν ζώντων ἐζωοποιοῦντο τὰ νεκρὰ, καὶ μάρτυρες τοῖς μὴ μάρτυσιν ἐχαρίζοντο, καὶ ἐνεγίνετο πολλὴ χαρὰ τῇ παρθένῳ μητρὶ, οὓς ὡς νεκροὺς ἐξέτρωσε, τούτους ζῶντας τὰς ἀπολαμβανούσῃ. δι’ ἐκείνων γὰρ οἱ πλείους τῶν ἠρνημένων ἀνεμητροῦντο καὶ ἀνεκυίσκοντο καὶ “ἀνεζωπυροῦντο καὶ ἐμάνθανον ὁμολογεῖν, καὶ ζῶν- “τες ἤδη καὶ τετονωμένοι προσῄεσαν τῷ βήματι, ἐγ- “γλυκαίνοντος τοῦ τὸν μὲν θάνατον τοῦ ἁμαρτωλοῦ “μὴ βουλομένου, ἐπὶ δὲ τὴν μετάνοιαν χρηστευομένου “θεοῦ, ἵνα καὶ πάλιν ἐπερωτηθῶσιν ὑπὸ τοῦ ἡγεμό- “νος.