Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.47
Not analysed yet
ἐπιστείλαντος γὰρ τοὐ Καίσαρος τοὺς μὲν “ἀποτυμπανισθῆναι, εἰ δέ τινες ἀρνοῖντο, τούτους “ἀπολυθῆναι, τῆς ἐνθάδε πανηγύρεως (ἔστι δὲ αὕτη “πολυάνθρωπος ἐκ πάντων τῶν ἐθνῶν συνερχομένων “εἰς αὐτήν) ἀρχομένης συνεστάναι ἀνῆγεν ἐπὶ τὸ “βῆμα θεατρίζων τοὺς μακαρίους καὶ ἐμπομπεύων “τοῖς ὄχλοις. διὸ καὶ πάλιν ἀνήταζε, καὶ ὅσοι μὲν “ἐδόκουν πολιIείαν ῾Ρωμαίων ἐσχηκέναι, τούτων ἀπέ- “τεμνε τὰς κεφαλὰς, τοὺς δὲ λοιποὺς ἔπεμπεν εἰς “θηρία.