Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.50
Not analysed yet
ἀγανακτήσαντες δὲ οἱ ὄχλοι ἐπὶ τῷ τοὺς · ‘πρότερον ἠρνημένους αὖθις ὁμολογεῖν κατεβόησαν τοῦ Ἀλεξάνδρου, ὡς ἐκείνου τοῦτο ποιοῦντος. καὶ ἐπιστήσαντος τοῦ ἡγεμόνος καὶ ἀνετάσαντος αὐτὸν ὅστις εἴη, τοὐ δὲ φήσαντος ὅτι Χριστιανὸς, ἐν ὀργῇ ‘γενόμενος κατέκρινεν αὐτὸν πρὸς θηρία, καὶ τῇ ἐπιούσῃ εἰσῆλθε μετὰ καὶ τοῦ Ἀττάλου. καὶ γὰρ καὶ τὸν Ἄτταλον τῷ ὄχλῳ χαριζόμενος ὁ ἡγεμὼν ἐξέδωκε πάλιν πρὸς θηρία.