Ancient Greek · ~2 min
1.51 to 1.52
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.51-52
Not analysed yet
οἱ· καὶ διὰ πάντων διελθόντες “ἐν τῷ ἀμφιθεάτρῳ τῶν πρὸς κόλασιν ἐξηυρημένων ὀργάνων, καὶ μέγιστον ὑπομείναντες ἀγῶνα, τοὔσχατον ἐτύθησαν καὶ αὐτοὶ, τοῦ μὲν Ἀλεξάνδρου μήτε στενάξαντος μήτε γρύξαντός τι ὅλως, ἀλλὰ κατὰ καρδίαν ὁμιλοῦντος τῷ θεῷ. ὁ δὲ Ἄτταλος, ὁπότε ἐπὶ τῆς σιδηρᾶς ἐπετέθη καθέδρας καὶ περιεκαίετο, ἡνίκα ἡ ἀπὸ τοῦ σώματος κνῖσα ἀνεφέρετο, ἔφη πρὸς τὸ πλῆθος τῇ ‘Pωμαἰ· κῇ φωνῇ ῾“ἐστιν ἀνθρώπους ἐσθίειν, ὃ ποιεῖτε ὑμεῖς· ἡμεῖς δὲ οὔτε ἀνθρώπους ἐσθίομεν οὔθ’ ἕτερόν τι πονηρὸν πράττομεν.’ ἐπερωτώμενος δὲ τί ὄνομα ἔχει ὁ θεὸς, ἀπεκρίθη ‘ὁ θεὸς ὄνομα οὐκ ἔχει ὡς ἄνθρωπος.