Ancient Greek · ~2 min
1.61 to 1.62
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.61-62
Not analysed yet
καὶ τὰ μὲν ἀπ’ ἐκείνων τοιαύτην “εἶχε τὴν ποικιλίαν, τὰ δὲ καθ’ ἡμᾶς ἐν μεγάλῳ “καθειστήκει πένθει, διὰ τὸ μὴ δύνασθαι τὰ σώματα “κρύψαι τῇ γῇ. οὔτε γὰρ νὺξ συνεβάλλετο ἡμῖν πρὸς “τοῦτο οὔτε ἀργύρια ἔπειθεν οὔτε λιτανεία ἐδυσώπει, “παντὶ δὲ τρόπῳ παρετήρουν, ὡς μέγα τι κερδανουντες, “εἰ μὴ τύχοιεν ταφῆς.” τούτοις ἑξῆς “μεθ’ ἕτερά φασι “τὰ οὖν σώματα τῶν μαρτύρων “παραδειγματισθέντα καὶ αἰθαλωθέντα ἐπὶ “ἡμέρας ἓξ, μετέπειτα καέντα καὶ αἰθαλωθέντα ὑπὸ “τῶν ἀνόμων κατεσαρώθη εἰς τὸν Ῥοδανὸν ποταμὸν “πλησίον παραρρέοντα, ὅπως μηδὲ λείψανον αὐτῶν “φαίνηται ἐπὶ τῆς γῆς ἔτι.