Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.63
Not analysed yet
καὶ ταῦτ’ ἔπραττον “ὡς δυνάμενοι νικῆσαι τὸν θεὸν καὶ ἀφελέσθαι αὐτῶν “τῶν τὴν παλιγγενεσίαν, ἔνα, ὡς ἔλεγον ἐκεῖνοι, “μηδὲ ἐλπίδα σχῶσιν ἀναστάσεως, ἐφ’ ᾗ πεποιθότες “ξένην τινὰ καὶ καινὴν ἡμῖν εἰσάγουσι θρησκείαν, “καὶ καταφρονοῦσι τῶν δεινῶν, ἕτοιμοι καὶ “χαρᾶς ἥκοντες ἐπὶ τὸν θάνατον· νῦν ἴδωμεν εἰ ἀναστήσονται, “καὶ εἰ δύναται βοηθῆσαι αὐτοῖς ὁ θεὸς αὐτῶν, καὶ ἐξελέσθαι ἐκ τῶν χειρῶν ἡμῶν.”