Ancient Greek · ~2 min
1.7 to 1.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.7-2-8
Not analysed yet
καὶ πρῶτον μὲν τὰ “ἀπὸ τοῦ ὄχλου πανδημεὶ σωρηδὸν ἐπιφερόμενα γενναίως “ὑπέμενον, ἐπιβοήσεις καὶ πληγὰς καὶ συρμοὺς “καὶ διαρπαγὰς καὶ λίθων βολὰς καὶ συγκλείσεις “καὶ πάνθ’ ὅσα ἠγριωμένῳ πλήθει ὡς πρὸς “ἐχθροὺς καὶ πολεμίους φιλεῖ γίνεσθαι. καὶ δὴ “ἀναχθέντες εἰς τὴν ἀγορὰν ὑπό τε τοῦ χιλιάρχου “καὶ τῶν προεστηκότων τῆς πόλεως ἐξουσιῶν, ἐπὶ “παντὸς τοῦ πλήθους ἀνακριθέντες καὶ ὁμολογήσαντες, “συνεκλείσθησαν εἰς τὴν εἱρκτὴν ἕως τοὐ ήγεμόνος “τῆς παρουσίας