Ancient Greek · ~3 min
ΛΟΓΟΣ Ε., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.9-2
Not analysed yet
μετέπειτα δὲ ἐπὶ τὸν ἡγεμόνα “ἀχθέντων αὐτῶν, κἀκείνου πάσῃ τῇ πρὸς ἡμᾶς “ὠμότητι χρωμένου, Οὐέττοις Ἐπάγαθος, εἷς ἐκ τῶν “ἀδελφῶν, πλήρωμα ἀγάπης τῆς πρὸς τὸν θεὸν καὶ “πρὸς τὸν πλησίον κεχωρηκὼς —οὑ καὶ ἐπὶ τοσοῦτον ἠκρίβωτο ἡ πολιτεία, ὡς καίπερ ὄντα νέον συνεξισοῦσθαι τῇ τοῦ πρεσβυτέρου Ζαχαρίου μαρτυρίᾳ· “πεπόρευτο γοῦν ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώ- ῾μασι τοῦ κυρίου ἄμεμπτος, πάσῃ τῇ πρὸς τὸν πλη- “σίον λειτουργίᾳ ἄοκνος, ζῆλον θεοῦ πολὺν ἔχων, “καὶ ζέων τῷ πνεύματι —τοιοῦτος δή τις ὢν τὴν ‘οὕτως καθ’ ἡμῶν ἀλόγως γινομένην κρίσιν οὐκ ἐβά- “στασεν, ἀλλ’ ὑπερηγανάκτησε, καὶ ἠξίου καὶ αὐτὸς ἀκουσθῆναι ἀπολογούμενος ὑπὲρ τῶν ἀδελφῶν, ὅτι μηδὲν ἄθεον μηδὲ ἀσεβές ἐστιν ἐν ἡμῖν.