Ancient Greek · ~2 min
ΛΟΓΟΣ Θ., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.7-4
Not analysed yet
ἐπὶ τούτοις οἱ κατ’ ἐπαρχίαν, τὴν τῶν γραφέντων αὐτοῖς ἐπαληθεύειν προαίρεσιν νενομικότες, λογισταῖς καὶ στρατηγοῖς καὶ τοῖς κατ’ ἀγροὺς ἐπιτεταγμένοις τὴν βασιλικὴν διὰ γραμμάτων ἐμφανῆ καθιστῶσι γνώμην· οὐ μόνον δ’ αὐτοῖς διὰ γραφῆς ταῦτα προυχώρει, καὶ ἔργοις δὲ πολὺ πρότερον, ὡσὰν νεῦμα βασιλικὸν εἰς πέρας ἄγοντες, οὑς εἶχον ἐν δεσμωτηρίοις καθειργμένους διὰ τὴν εἰς τὸ θεῖον ὁμολογίαν, εἰς φανερὸν προάγοντες ἠλευθέρουν, ἀνιέντες τούτων δὴ αὐτῶν τοὺς ἐν μετάλλοις ἐπὶ τιμωρίᾳ δεδομένους· τοῦτο γὰρ ἐπ’ ἀληθείας βασιλεῖ δοκεῖν ὑπειλήφασιν ἠπατημένοι.