Ancient Greek · ~5 min
1.8 to 1.11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.8-3-11
Not analysed yet
καὶ δὴ τούτων οὕτως ἐπιτελεσθέντων, ἀθρόως οἷόν τι φῶς ἐκ ζοφερᾶς νυκτὸς ἐκλάμψαν κατὰ πᾶσαν πόλιν συγκροτουμένας παρῆν ὁρᾶν ἐκκλησίας, συνόδους τε παμπληθεῖς, καὶ τὰς ἐπὶ τούτων ἐξ ἔθους ἐπιτελουμένας συναγωγὰς, καταπέπληκτο δ’ ἐπὶ τούτοις οὐ σμικρῶς πᾶς τις τῶν ἀπίστων ἐθνῶν, τῆς τοσαύτης μεταβολῆς τὸ παράδοξον ἀποθαυμάζων, μέγαν τε καὶ μόνον ἀληθῆ τὸν Χριστιανῶν θεὸν ἐπιβοώμενος. τῶν δ’ ἡμετέρων οἱ μὲν τὸν τῶν διωγμῶν ἀγῶνα πιστῶς καὶ ἀνδρείως διηθληκότες τὴν πρὸς ἅπαντας αὖθις ἀπελάμβανον παρρησίαν, ὅσοι δὲ τὰ τῆς πίστεως νενοσηκότες τὰς ψυχὰς ἐτύγχανον κεχειμασμένοι, ἀσμένως περὶ τὴν σφῶν θεραπείαν ἔσπευδον, ἀντιβολοῦντες καὶ σωτηρίας δεξιὰν τοὺς ἐρρωμένους αἰτούμενοι, τόν τε θεὸν ἐλέων αὐτοῖς γενέσθαι καθικετεύοντες. εἶτα δὲ καὶ οἱ γενναῖοι τῆς θεοσεβείας ἀθληταὶ, τῆς εἰς τὰ μέταλλα κακοπαθείας ἐλευθερούμενοι, ἐπὶ τὰς ἑαυτῶν ἐστέλλοντο, γαῦροι καὶ φαιδροὶ διὰ πάσης ἰόντες πόλεως, εὐφροσύνης τε ἀλέκτου καὶ ἣν οὐδὲ λόγῳ δυνατὸν ἑρμηνεῦσαι παρρησίας ἔμπλεοι. στίφη δ’ οὖν πολυάνθρωπα κατὰ μέσας λεωφόρους καὶ ἀγορὰς, ᾠδαῖς καὶ ψαλμοῖς τὸν θεὸν ἀνυμνοῦντα, τὰ τῆς πορείας ἤνυε. καὶ τοὺς μετὰ τιμωρίας ἀπηνεστάτης μικρῷ πρόσθεν δεσμίους τῶν πατρίδων ἀπεληλαμένους εἶδες ἂν ἱλαροῖς καὶ γεγηθόσι προσώποις τὰς αὐτῶν ἑστίας ἀπολαμβάνοντας, ὡς καὶ τοὺς πρότερον καθ’ ἡμῶν φονῶντας, τὸ θαῦμα παρὰ πᾶσαν ὁρῶντας ἐλπίδα, συγχαίρειν τοῖς γεγενημένοις.