Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.1-2
Not analysed yet
[Nic. H. E. II, 13] Τὰ δέ γε τῆς κατὰ τῶν ἀποστόλων ἐγχειρήσεως τοῦ βασιλέως οὐκέτ᾿ ἀναβολῆς εἴχετο, ἀλλά γέ τοι αὐτὸν ὁ τῆς θείας δίκης τιμωρὸς διάκονος μετῄει, παραυτίκα μετὰ τὴν τῶν ἀποστόλων ἐπιβουλὴν, ὡς ἡ τῶν Πράξεων ἱστορεῖ γραφὴ, ὁρμήσαντα μὲν ἐπὶ τὴν Καισάρειαν, ἐν ἐπισήμῳ δ᾿ ἐνταῦθα ἑορτῆς ἡμέρᾳ λαμπρᾷ καὶ βασιλικῇ κοσμησάμενον ἐσθῆτι, ὑψηλόν τε πρὸ βήματος δημηγορήσαντα· τοῦ γάρ τοι δήμου παντὸς ἐπευφημήσαντος τῇ δημηγορίᾳ ,ὡς ἐπὶ θεοῦ φωνῇ καὶ οὐκ ἀνθρώπου, παραχρῆμα τὸ λόγιον πατάξαι αὐτὸν ἄγγελον κυρίου ἱστορεῖ ,γενόμενόν τε σκωληκόβρωτον ἐκψῦξαι.