Ancient Greek · ~5 min
10.2 to 10.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.2-2-6
Not analysed yet
θαυμάσαι δ’ ἄξιον τῆς περὶ τὴν θείαν γραφὴν καὶ ἐν τῷδε τῷ παραδόξῳ συμφωνίας τὴν τοῦ Ἰωσήπου ἱστορίαν, καθ’ ἣν ἐπιμαρτυρῶν τῇ ἀληθείᾳ δῆλός ἐστιν ἐν τόμῳ τῆς ἀρχαιολογίας ἐννεακαιδεκάτῳ ,ἔνθα αὐτοῖς γράμμασιν ὧδέ πως τὸ θαῦμα διηγεῖται “τρίτον “ἔτος αὐτῷ βασιλεύοντι τῆς ὅλης Ἰουδαίας πεπλήρωτο, καὶ παρῆν εἰς πόλιν Καισάρειαν, ἣ τὸ πρότρερον Στράτωνος πύργος ἐκαλεῖτο. συνετέλει δ’ ἐνταυθα θεωρίας εἰς τὴν Καίσαρος τιμὴν, ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἑορτήν τινα ταύτην ἐπιστάμενος. καὶ παρ’ αὐτὴν ἤθροιστο τῶν κατὰ τὴν ἐπάρχιον ἐν ‘καὶ προβεβηκότων εἰς ἀξίαν πλῆθος. δευτέρᾳ δὲ τῶν θεωριῶν ἡ̣μέρᾳ στολὴν ἐνδυσάμενος ἐξ ἁ πεποιημένην πᾶσαν ,ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέραςἔνθα ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιβολαῖς “ὁ ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρ- “μαίρων τι φοβερὸν καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι φρικῶδες. εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲν ἐκείνῳ “πρὸς ἀγαθοῦ ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προσαγορεύοντες, ‘εὐμενής τε εἴης ἐπιλέγοντες· εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν κρείττονά σε θνητῆς τῆς φύσεως ὁμολο- “γοῦμεν.’ οὐκ ἐπέπληξε τούτοις ὁ βασιλεὺς ,οὐδὲ “τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας “δὲ μετ’ ὀλίγον τῆς ἑαυτοῦ κεφαλῆς ὑπερκαθεζόμενον “εἶδεν ἄγγελον. τοῦτον εὐθὺς ἐνόησε κακῶν εἶναι “αἴτιον, τὸν καί ποτε τῶν ἀγαθῶν γενόμενον, καὶ “διακάρδιον ἔσχεν ὀδύνην.