Ancient Greek · ~7 min
10.1 to 10.7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.1-3-7
Not analysed yet
“Οὐ μυριάδες οὖν βιβλίων εἰσὶ παρ’ ἡμῖν “ἀσυμφώνων καὶ μαχομένων, δύο δὲ μόνα πρὸς τοῖς “εἴκοσι βιβλία, τοῦ παντὸς ἔχοντα χρόνου τὴν ἀναγραφὴν, τὰ δικαίως θεῖα πεπιστευμένα. καὶ τού- ‘των πέντε μέν ἐστι τὰ Μωυσέως, ἃ τούς τε νόμους “περιέχει καὶ τὴν τῆς ἀνθρωπογονίας παράδοσιν, ‘μέχρι τῆς αὐτοῦ τελευτῆς. οὗτος ὁ χρόνος ἀπολείπει ‘τρισχιλίων ὀλίγῳ ἐτῶν. ἀπὸ δὲ τῆς Μωυσέως ‘τελευτῆς μέχρι τῆς Ἀρταξέρξου τοῦ μετὰ Ξέρξην Περσῶν βασιλέως οἱ μετὰ Μωυσῆν προφῆται τὰ κατ’ αὐτοὺς πραχθέντα συνέγραψαν ἐν τρισὶ καὶ δέκα βιβλίοις. αἶ δὲ λοιπαὶ τέσσαρες ὕμνους εἰς τὸν θεὸν καὶ τοῖς ἀνθρώποις ὑποθήκας τοῦ βίου περιέχουσιν. ἀπὸ δὲ Ἀρταξέρξου μέχρι τοῦ καθ’ ἡμᾶς χρόνου ‘γέγραπται μὲν ἕκαστα, πίστεως δ’ οὐχ ὁμοίας ἠξί- “ωται τοῖς πρὸ αὐτῶν, διὰ τὸ μὴ γενέσθαι τὴν τῶν προ- “φητῶν ἀκριβῆ διαδοχήν. δῆλον δ᾿ ἐστὶν ἔργῳ πῶς “ἡμεῖς πρόσιμεν τοῖς ἰδίοις γράμμασι. τοσούτου γὰρ αἰ- “ῶνος ἤδη παρωχηκότος οὔτε προσθεῖναί οὔτε ἀφε- “λεῖν ἀπ᾿ αὐτῶν οὔτε μεταθεῖναι τετόλμηκε, πᾶσι δὲ “σύμφυτόν ἐστιν εὐθὺς ἐκ πρώης γενέσεως Ἰουδαίοις “τὸ νομίζειν αὐτὰ θεοῦ δόγματα, καὶ τούτοις ἐπιμένειν, “καὶ ὑπὲρ αὐτῶν, εἰ δέοι, θνήσκειν ἡδέως.” καὶ ταῦτα δὲ τοῦ συγγραφέως χρησίμως ὧδε παρατεθείσθω. πεπόνηται δὲ καὶ ἄλλο οὐκ ἀγεννὲς σπούδασμα τῷ ἀνδρὶ περὶ αὐτοκράτορος λογισμοῦ, ὅ τινες Μακκαβαϊκὸν ἐπέγραψαν, τῷ τοὺς ἀγῶνας τῶν ἐν τοῖς οὕτω καλουμένοις Μακκαβαϊκοῖς συγγράμμασιν ὑπὲρ τῆς εἰς τὸ θεῖον εὐσεβείας ἀνδρισαμένων Ἑβραίων περιέχειν. καὶ πρὸς τῷ τέλει δὲ τῆς εἰκοστῆς ἀρχαιολογίας ἐπισημαίνεται ὁ αὐτὸς, ὡσὰν προῃρημένος ἐν τέτταρσι συγγράψαι βιβλίοις κατὰ τὰς πατρίους δόξας τῶν Ἰουδαίων περὶ θεοῦ καὶ τῆς οὐσίας αὐτοῦ, καὶ περὶ τῶν νόμων, διὰ τί κατ᾿ αὐτοὺς τὰ μὲν ἔξεστι πράττειν, τὰ δὲ κεκώλυται. καὶ ἄλλα δὲ αὐτῷ σπουδασθῆναι ὁ αὐτὸς ἐν τοῖς ἰδίοις αὐτοῦ μνημονεύει λόγοις.