Ancient Greek · ~4 min
10.8 to 10.11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.8-2-11
Not analysed yet
πρὸς τούτοις εὔλογον καταλέξαι καὶ ἃς ἐπ᾿ αὐτοῦ τῆς ἀρχαιολογίας τοῦ τέλους φωνὰς παρατέθειται, εἰς πίστωσιν τῆς τῶν ἐξ αὐτοῦ παραληφθέντων ἡμῖν μαρτυρίας. διαβάλλων δῆτα Ἰοῦστον Τιβεριέα, ὁμοίως αὐτῷ τὰ κατὰ τοὺς αὐτοὺς ἱστορῆσαι χρόνους πεπειραμένον, ὡς μὴ τἀληθῆ συγγεγραφότα πολλάς τε ἄλλας εὐθύνα ἐπαγαγὼν τῷ ἀνδρὶ, καὶ ταῦτα αὐτοῖς ῥήμασιν ἐπιλέγει “οὐ μὴν ἐγώ σοι τὸν αὐτὸν τρόπον περὶ τῆς “ἐμαυτοῦ γραφῆς ἔδεισα, ἀλλ᾿ αὐτοῖς ἐπέδωκα τοῖς αὐτοκράτορσι τὰ βιβλία, μόνον οὐχὶ τῶν ἔργων ἤδη βλεπομένων. συνῄδειν γὰρ ἐμαυτῷ τετηρηκότι τὴν τῆς ἀληθείας παράδοσιν, ἐφ’ ᾗ μαρτυρίας τεύξεσθαι προσδοκήσας οὐ διήμαρτον. καὶ ἄλλοις δὲ πολλοῖς ἐπέδωκα τὴν ἱστορίαν, ὧν ἔνιοι καὶ παρατετυχἡκεσαν τῷ πολέμῳ, καθάπερ βασιλεὺς Ἀγρίππας καί τινες αὐτοῦ τῶν συγγενῶν. ὁ μὲν γὰρ αὐτοκράτωρ Τίτος οὕτως ἐκ μόνων αὐτῶν ἐβουλήθη τὴν γνῶσιν τοῖς ἀνθρώποις παραδοῦναι τῶν πράξεων, ὥστε χαράξας τῇ αὐτοῦ χειρὶ τὰ βιβλία δημοσιεύεσθαι προσέταξεν, ὁ δὲ βασιλεὺς Ἀγρίππας ἐξήκοντα δύο ἔγραψεν ἐπιστολὰς, τῇ τῆς ἀληθείας παραδόσει μαρτυρῶν, ἀφ’ ὧν καὶ δύο παρατίθησιν. ἀλλὰ τὰ μὲν κατὰ τοῦτον ταύτῃ πη δεδηλώσθω, ἴωμεν δ’ ἐπὶ τὰ ἑξῆς.