Ancient Greek · ~2 min
10.1 to 10.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.1-7-2
Not analysed yet
[Nic. II. E. VI, 10] Οἵ γε μὴν ἀμφὶ τὸν Γάλλον οὐδ’ ὅλοις ἔτεσι δύο τὴν ἀρχὴν ἐπικατασχόντες ἐκποδὼν μεθίστανται, Οὐαλεριανὸς δὲ ἅμα παιδὶ διαδέχεται τὴν ἡγεμονίαν. αὖθις δὴ οὖν ὁ Διονύσιος οἴα καὶ περὶ τούτου διέξεισιν, ἐκ τῆς πρὸς Ἑρμάμμωνα ἐπιστολῆς μαθεῖν ἔστιν, ἐν ᾗ τοῦτον ἱστορεῖ τὸν τρόπον “καὶ τῷ Ἰωάννῃ δὲ ὁμοίως ἀποκαλύπτεται. καὶ ἐδόθη γὰρ αὐτῷ, φησὶ, στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν, καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ μῆνες τεσσαράκοντα δύο.