Ancient Greek · ~2 min
9.5 to 9.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 9.5-2-6
Not analysed yet
ὁ δὲ οὔτε πενθῶν “παύεται, πέφρικέ τε τῇ τραπέζῃ προσιέναι, καὶ “μόλις παρακαλούμενος συνεστάναι ταῖς προσευχαῖς ‟ἀνέχεται.” ἐπὶ ταῖς προειρημέναις φέρεταί τις καὶ ἄλλη τοῦ αὐτοῦ περὶ βαπτίσματος ἐπιστολὴ, ἐξ αὐτοῦ καὶ ἧς ἡγεῖτο παροικίας Ξυστῷ καὶ τῇ κατὰ Ρώμην ἐκκλησίᾳ προσπεφωνημένη, ἐν ἡ διὰ μακρᾶς ἀποδείξεως τὸν περὶ τοῦ ὑποκειμένου ζητήματος παρατείνει λόγον. καὶ ἄλλη δέ τις αὐτοῦ μετὰ ταύτας φέρεται πρὸς τὸν κατὰ Ῥώμην Διονύσιον, ἡ περὶ Λουκιανοῦ. καὶ περὶ μὲν τούτων τοσαῦτα.