Ancient Greek · ~5 min
10.2 to 10.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.2-5
Not analysed yet
φησὶ δὲ αὐτὸν ἡ θεία γραφὴ τὸν πάντα τῆς διδασκαλίας διατελέσαι χρόνον ἐπὶ ἀρχιερέως Ἂννα καὶ Καϊάφα, δηλοῦσα ὅτι δὴ ἐν τοῖς μεταξὺ τῆς τούτων ἔτεσι λειτουργίας ὁ πᾶς τῆς διδασκαλίας αὐτῷ συνεπεράνθη χρόνος· ἀρξαμένου μὲν κατὰ τὴν τοῦ Ἂννα ἀρχιερωσύνην ,μέχρι δὲ τῆς ἀρχῆς τοῦ Καϊάφα παραμείναντος, οὐδ’ ὅλος ὁ μεταξυ τετραέτης παρίσταται χρόνος. τῶν γάρ τοι κατὰ τὸν νόμον ἤδη πως καθῃρημένων ἐξ ἐκείνου θεσμῶν, λέλυτο μὲν, ᾦ διὰ βίου καὶ ἐκ προγόνων διαδοχῆς τὰ τῆς τοῦ θεοῦ θεραπείας προσήκοντα ἦν, ὑπὸ δὲ τῶν Ῥωμαϊκῶν ἡγεμόνων ἄλλοτ’ ἄλλοι τὴν ἀρχιερωσύνην ἐπιτρεπόμενοι οὐ πλέον ἔτους ἑνὸς ἐπὶ ταύτης διετέλουν. ἱστορεῖ δ’ οὖν ὁ Ἰώσηπος τέσσαρας κατὰ διαδοχὴν ἐπὶ Καϊάφαν ἀρχιερεῖς μετὰ τὸν Ἂνναν διαγενέσθαι, κατὰ τὴν αὐτὴν τῆς ἀρχαιολογίας γραφὴν ὧδέ πως λέγων “Οὐαλέριος Γρᾶτος, παύσας “ἱερᾶσθαι Ἂνανον, Ἰσμάηλον ἀρχιερέα ἀποφαίνει τὸν “τοῦ Φαβί. καὶ τοῦτον δὲ μετ’ οὐ πολὺ μεταστήσας “‘Ελεάζαρον τὸν ‘Ανάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδεί- “κνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ διαγενομένου καὶ “τόνδε παύσας Σίμωνι τῷ Καμίθου τὴν ἀρχιερω- “συνῆν παραδίδωσιν. οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ “τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος, ὁ “καὶ Καϊάφας ,διάδοχος ἦν αὐτῷ.’