Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.6
Not analysed yet
οὐκοῦν ὁ σύμπας οὐδ’ ὅλος τετραέτης ἀποδείκνυται τῆς τοὺ σωτῆρος ἡμῶν διδασκαλίας χρόνος, τεσσάρων ἐπὶ τέσσαρσιν ἔτεσιν ἀρχιερέων ἀπὸ τοῦ Ἄννα καὶ ἐπὶ τὴν τοῦ Καϊάφα κατάστασιν ἐνιαύσιον λειτουργίαν διατετελεκότων. τόν γέ τοι Καϊάφαν ἀρχιερέα εἰκότως τοῦ ἐνιαυτοῦ ,καθ’ ὃν τὰ τοῦ σωτηρίου πἐθους ἐπετελεῖτο, ἡ τοῦ εὐαγγελίου παρεσημήνατο γραφὴ, ἐξ ἧς καὶ αὐτῆς οὐκ ἀπᾴδων τῆς προκειμένης ἐπιτηρήσεως ὁ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἀποδείκνυται χρόνος.