Ancient Greek · ~3 min
ΛΟΓΟΣ Η., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.2-4
Not analysed yet
τούτων ἁπάντων ὑπο- “δειγμάτων ἡμῖν καὶ ὑπογραμμῶν καὶ καλῶν γνωρι- “σμάτων ἐν ταῖς θείαις καὶ ἱεραῖς γραφαῖς κειμένων, · ‘οὐδὲν μελλήσαντες οἱ μακάριοι σὺν ἡμῖν μάρτυρες, “τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν ἐπὶ πάντων θεὸν κα- “θαρῶς τείναντες, καὶ τὸν ἐπ’ εὐσεβείᾳ θάνατον ἐν “νῷ λαβόντες, ἀπρὶξ τῆς κλήσεως εἴχοντο, τὸν μὲν “κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὑρόντες ἐνανθρω- “πήσαντα δι’ ἡμᾶς, ἵνα πᾶσαν μὲν ἁμαρτίαν ἐκκόψῃ, “ἐφόδια δὲ τῆς εἰς τὴν αἰώνιον ζωὴν εἰσόδου ἡμῖν “κατάθηται· οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα “θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, “καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἑαυτὸν ἐταπεί- ‘νωσεν ἕως θανάτου, θανάτου δὲ σταυροῦ.