Ancient Greek · ~2 min
10.3 to 10.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.3-2-4
Not analysed yet
διὸ καὶ “ζηλώσαντες τὰ μείζονα χαρίσματα οἶ Χριστοφόροι “μάρτυρες πάντα μὲν πόνον καὶ παντοίας ἐπινοίας “αἰκισμῶν οὐκ εἰσάπαξ, ἀλλ’ ἤδη καὶ δεύτερόν τινες “ὑπέμειναν, πάσας δὲ ἀπειλὰς οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τῶν δορυφόρων κατ’ αὐτῶν φιλοτιμουμένων, οὐκ ἐνεδίδουν τὴν γνώμην, διὰ τὸ τὴν τελείαν ἀγάπην ἔξω βάλλειν τὸν φόβον. ὧν καταλέγειν τὴν ἀρετὴν καὶ τὴν ἐφ’ ἑκάστῃ βασάνῳ “ἀνδρείαν, τίς ἂν ἀρκέσειε λόγος; ἀνέσεως γὰρ οὔσης ἅπασι τοῖς βουλομένοις ἐνυβρίζειν, οἱ μὲν “ξύλοις ἔπαιον, ἕτεροι δὲ ῥάβδοις, ἄλλοι δὲ μάστιξιν, ἕτεροι δὲ πάλιν ἱμᾶσιν, ἄλλοι δὲ σχοινίοις.