Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.4
Not analysed yet
ἀποσκευάσασθαι δὲ παρέπεισεν αὐτὸν ὁ “διδάσκαλος καὶ τῶν ἀπ’ Αἰγύπτου μάγων ἀρχισυν- “άγωγος, τοὺς μὲν καθαροὺς καὶ ὁσίους ἄνδρας “κτίννυσθαι καὶ διώκεσθαι κελεύων, ὡς ἀντιπάλους καὶ κωλυτὰς τῶν παμμιάρων καὶ βδελυκτῶν ἐπαοιδῶν ὑπάρχοντας, (καὶ γὰρ εἰσὶ καὶ ἦσαν ἱκανοὶ, παρόντες καὶ ὁρώμενοι, καὶ μόνον ἐμ- “πνέοντες καὶ φθεγγόμενοι, διασκεδάσαι τὰς τῶν ‟ἀλιτηρίων δαιμόνων ἐπιβουλάς), τελετὰς δὲ ἀνάγνους καὶ μαγγανείας ἐξαγίστους καὶ ἱερουργίας ‟ἀκαλλιερήτους ἐπιτελεῖν ὑποτιθέμενος, παῖδας ἀ- “θλίους ἀποσφάττειν, καὶ τέκνα δυστήνων πατέρων καταθύειν, καὶ σπλάγχνα νεογενῆ διαιρεῖν, καὶ τὰ ‟τοῦ θεοῦ διακόπτειν καὶ καταχορδεύειν πλάσματα, ‟ὡς ἐκ τούτων εὐδαιμονήσοντας.”