Ancient Greek · ~6 min
10.5 to 10.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.5-9
Not analysed yet
καὶ τούτοις γε ἐπιφέρει λέγων ‘καλὰ γοῦν αὐτοῖς Μακριανὸς τῆς ‟ἐλπιζομένης βασιλείας προσήνεγκε χαριστήρια, ὃς πρότερον μὲν ἐπὶ τῶν καθόλου λόγων λεγόμενος ‟εἶναι βασιλέως οὐδὲν εὔλογον οὐδὲ καθολικὸν ἐφρό- ‟νησεν, ἀλλ’ ὑποπέπτωκεν ἀρᾷ προφητικῇ τῇ λεγούσῃ ‘οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσιν.’ οὐ γὰρ συνῆκε τὴν καθόλου πρόνοιαν, οὐδὲ τὴν κρίσιν ὑπείδετο τοῦ πρὸ πάντων καὶ διὰ πάντων καὶ ἐπὶ πᾶσι. διὸ καὶ τῆς μὲν καθολικῆς αὐτοῦ ἐκκλησίας γέγονε πολέμιος, ἠλλοτρίωσε δὲ καὶ ἀπεξένωσεν ἑαυτὸν τοῦ ἐλέους τοῦ θεοῦ, καὶ ὡς πορρωτάτω τῆς ἑαυτοῦ “σωτηρίας ἐφυγάδευσεν, ἐν τούτῳ τὸ ἴδιον ἐπαλη- ῾θεύων ὄνομα.” καὶ πάλιν μεθ’ ἕτερά φησιν ‟ὁ μὲν γὰρ Οὐαλεριανὸς εἰς ταῦτα ὑπὸ τούτου προαχθεὶς, εἰς ὕβρεις καὶ ὀνειδισμοὺς ἐκδοθεὶς κατὰ τὸ ῥηθὲν πρὸς Ἡσαΐαν· καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ ῾ἠθέλησε, καὶ ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα ‟αὐτῶν, καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς.’ οὗτος δὲ τῇ βασιλείᾳ παρὰ τὴν ἀξίαν ἐπιμανεὶς, καὶ τὸν βασίλειον ὑποδῦναι κόσμον ἀδυνατῶν ἀναπήρῳ τῷ σώματι, τοὺς δύο παῖδας τὰς πατρῴας ἀναδεξαμένους ἁμαρτίας προεστήσατο. ἐναργὴς γὰρ ἐπὶ τούτων ἡ πρόρρησις ἣν εἶπεν ὁ θεός ‘ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με. ᾿τὰς γὰρ ἰδίας πονηρὰς ἐπιθυμίας, ὧν ηὐτύχει, ταῖς τῶν υἱῶν κεφαλαῖς ἐπιβαλὼν, εἰς ἐκείνους ‟τὴν ἑαυτοῦ κακίαν καὶ τὸ πρὸς τὸν θεὸν μῖσος ‟ἐξωμόρξατο.” καὶ περὶ μὲν τοῦ Οὐαλεριανοῦ τοσαῦτα ὁ Διονύσιος.