Ancient Greek · ~3 min
10.9 to 10.10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.9-10
Not analysed yet
συνεχῶς δ’ ἐφ’ ἡμέρας “πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθεὶς τὸν βίον “κατέστρεψεν ,ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος “καὶ τέταρτον, τῆς δὲ βασιλείας ἕβδομον. τέσσαρας “μὲν οὖν ἐπὶ Γαίου Καίσαρος ἐβασίλευσεν ἐνιαυτοὺς, “τῆς Φιλίππου μὲν τετραρχίας εἰς τριετίαν ἄρξας, τῷ ‘τετάρτῳ δὲ καὶ τὴν Ἡρώδου προσειληφὼς, τρεῖς δ’ “ἐπιλαβὼν τῆς Κλαυδίου Καίσαρος αὐτοκρατορίας.’ ταῦτα τὸν Ἰώσηπον μετὰ τῶν ἄλλων ταῖς θείαις συναληθεύοντα γραφαῖς ἀποθαυμάζω. εἰ δὲ περὶ τὴν τοῦ βασιλέως προσηγορίαν δόξειέ τισι διαφωνεῖν, ἀλλ’ ὅ γε χρόνος καὶ ἡ πρᾶξις τὸν αὐτὸν ὄντα δεί- κνυσιν, ἤτοι κατά τι σφάλμα γραφικὸν ἐνηλλαγμένου τοῦ ὀνόματος, ἢ καὶ διωνυμίας περὶ τὸν αὐτὸν ,οἷα καὶ περὶ πολλοὺς, γεγενημένης.