Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 10.8
Not analysed yet
μετὰ σπουδῆς οὖν εἰς τὸ βασίλειον “ἐκομίσθη, καὶ διῆξε λόγος εἰς πάντας ,ὡς ἔχοι τοῦ “τεθνάναι παντάπασι μετ’ ὀλίγον. ἡ πληθὺς δ’ αὐ- “τίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκον καθεσθεῖσα ‘τῷ πατρίῳ νόμῳ τὸν θεὸν ἱκέτευον ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς τε πάντ’ ἦν ἀνάπλεα καὶ θρήνων. ‘· ἐν ὑψηλῷ δ’ ὁ βασιλεὺς δωματίῳ κατακείμενος καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας ἄδα “κρυς οὐδ’ αὐτὸς ἔμενεν.