Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.1
Not analysed yet
[Nic. H, E. I, 19-20] Οὐκ εἰς μακρὸν δὲ τοῦ βαπτιστοῦ Ἰωάννου ὑπὸ τοῦ νέου Ἡρώδου τὴν κεφαλὴν ἀποτμηθέντος μνημονεύει μὲν καὶ ἡ θεία τῶν εὐαγγελίων γραφή· συνιστορεῖ γε μὴν καὶ ὁ ᾿Ιώσηπος, ὀνομαστὶ τῆς τε Ἡρωδιάδος μνήμην πεποιημένος καὶ ὡς ἀδελφοῦ γυναῖκα οὖσαν αὐτὴν ἠγάγετο πρὸς γάμον Ἡρώδης ,ἀθετήσας μὲν τὴν προτέραν αὐτῷ κατὰ νόμους γεγενημένην Ἀρέτα δ’ ἦν αὕτη τοῦ Πετραίων βασιλέως θυγάτηρ), τὴν δὲ Ἡρωδιάδα ζῶντος διαστήσας τοῦ ἀνδρός · δι’ ἣν καὶ τὸν ‘Ιωάννην ἀνελὼν πόλεμον αἴρεται πρὸς τὸν Ἀρέταν, ὡσὰν ἠτιμασμένης αὐτῷ τῆς θυγατρός.