Ancient Greek · ~4 min
11.2 to 11.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.2-5
Not analysed yet
ἐν ᾧ πολέμῳ μάχης γενομένης πάντα φησὶ τὸν Ἡρώδου στρατὸν διαφθαρῆναι, καὶ ταῦτα πεπονθέναι τῆς ἐπιβουλῆς ἕνεκεν τῆς κατὰ τοῦ Ἰωάννου γεγενημένης. ὁ δ’ αὐτὸς Ἰώσηπος ἐν τοῖς μάλιστα δικαιότατον καὶ βαπτιστὴν ὁμολογῶν γεγονέναι τὸν Ἰωάννην, τοῖς περὶ αὐτοῦ κατὰ τὴν τῶν εὐαγγελίων γραφὴν ἀναγεγραμμένοις συμμαρτυρεῖ. ἱστορεῖ δὲ καὶ τὸν Ἡρώδην τῆς βασιλείας ἀποπεπτωκέναι διὰ τὴν αὐτὴν Ἡρωδιάδα, μεθ’ ἧς αὐτὸν καὶ εἰς τὴν ὑπερορίαν ἀπεληλάσθαι, Βίενναν τῆς Γαλλίας οἰκεῖν καταδικασθέντα. καὶ ταῦτά γε αὐτῷ ἐν ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας δεδήλωται, ἔνθα συλλαβαῖς αὐταῖς περὶ τοῦ ‘Ιωάννου ταῦτα γράφει ‘τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλω- “λέναι τὸν Ἡρώδου στρατὸν ὑπὸ τοῦ θεοῦ, καὶ μάλα “δικαίως τιννυμἐνου κατὰ ποινὴν Ἰωάννου τοῦ κα- “λουμένου βαπτιστοῦ. κτείνει γὰρ τοῦτον Ἡρώ- ‘δης, ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα, “ἀρετὴν ἐπασκοῦσι καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ “καὶ πρὸς τὸν θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ “συνιέναι. οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδέκτην αὐτῷ φανεῖσθαι ,μὴ ἐπί τινων ἁμαρτάδων παραι- “τήσει χρωμένων ,ἀλλ’ ἐφ’ ἁγνείᾳ τοῦ σώματος, ἄτε “δὴ καὶ τῆς ψυχῆς δικαιοσύνῃ προεκκεκαθαρμένης. ’