Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.1-3
Not analysed yet
[Nic. H. E. ΙΙΙ, 4]. “Οὐαλεντῖνος μὲν γὰρ ἦλθεν εἰς ῾Ρώμην ἐπὶ Ὑγίνου, ἤκμασε δὲ ἐπὶ Πίου, καὶ παρέμεινεν ἕως Ἀνικήτου. Κέρδων δὲ ὁ πρὸ Μαρκίωνος καὶ αὐτὸς ἐπὶ Ὑγίνου, ὃς ἦν ἔνατος ἐπίσκοπος, εἰς τὴν ἐκκλησίαν ἐλθὼν καὶ ἐξομολογούμενος οὕτω διετέλεσε, ποτὲ μὲν λαθροδι- ῾δασκαλῶν, ποτὲ δὲ πάλιν ἐξομολογούμενος ,ποτὲ δὲ ἐλεγχόμενος ἐφ’ οἷς ἐδίδασκε κακῶς, καὶ ἀφιστάμενος τῆς τῶν ἀδελφῶν συνοδίας. ”ταῦτα δέ φησιν ἐν τρίτῳ τῶν πρὸς τὰς αἱρέσεις.