Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.2-2
Not analysed yet
ἔν γε μὴν τῷ πρώτῳ αὐθις περὶ τοῦ Κέρδωνος ταῦτα διέξεισι “Κέρδων δέ τις ἀπὸ τῶν περὶ τὸν Σίμωνα τὰς ἀφορμὰς λαβὼν, καὶ ἐπιδημήσας εἰς τὴν ῾Ρώμην ἐπὶ “Ὑγίνου ἔνατον κλῆρον τῆς ἐπισκοπικῆς διαδοχῆς “ἀπὸ τῶν ἀποστόλων ἔχοντος, ἐδίδαξε τὸν ὑπὸ τοῦ ‘νόμου καὶ προφητῶν κεκηρυγμένον θεὸν μὴ εἶναι “πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. τὸν μὲν “γὰρ γνωρίζεσθαι, τὸν δὲ ἀγνῶτα εἶναι ,καὶ τὸν μέν “δίκαιον, τὸν δὲ ἀγαθὸν ὑπάρχειν. διαδεξάμενος δὲ “αὐτὸν Μαρκίων ὁ Ποντικὸς ηὔξησε τὸ διδασκαλεῖον, “ἀπηρυθριασμένως βλασφημῶν.’