Ancient Greek · ~4 min
11.11 to 11.13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.11-13
Not analysed yet
εἰ δέ τις φανείη ἢ μὴ γενόμενος εἰς τὸν τόπον ‟τοῦτον ὃν ἐκέλευσα, ἢ ἐν συναγωγῇ τινι εὑρεθείη, ‟ἑαυτῷ τὸν κίνδυνον ἐπαρτήσει. οὐ γὰρ ἐπιλείψει ‟ἡ δέουσα ἐπιστρέφεια. ἀπόστητε οὖν ὅπου ἐκελεύ- ’‘σθητε. καὶ νοσοῦντα δέ με κατήπειξεν, οὐδὲ μιᾶς “ὑπέρθεσιν δοὺς ἡμέρας. ποίαν οὖν ἔτι τοῦ συνα- ‟γαγεῖν ἢ μὴ συναγαγεῖν εἶχον σχολήν;” εἶτα μεθ` ἕτερά φησιν ‟ἀλλ᾿ οὐδὲ τῆς αἰσθητῆς ἡμεῖς ‟μετὰ τοῦ κυρίου συναγωγῆς ἀπέστημεν, ἀλλὰ τοὺς “μὲν ἐν τῇ πόλει σπουδαιότερον συνεκρότουν ὡς ‟συνὼν, ἀπὼν μὲν τῷ σώματι, ὡς εἰπεῖν, παρὼν δὲ ‟τῷ πνεύματι, ἐν δὲ τῇ Κεφροῖ καὶ πολλὴ συνεπε- ‟δήμησεν ἡμῖν ἐκκλησία, τῶν μὲν ἀπὸ τῆς πόλεως “ἀδελφῶν ἑπομένων, τῶν δὲ συνόντων ἀπ᾿ Αἰγύπτου. “κἀκεῖ θύραν ἡμῖν ὁ θεὸς ἀνέῳξε τοῦ λόγου. καὶ “τὸ μὲν πρῶτον ἐδιώχθημεν, ἐλιθοβολήθημεν, ὕστε- “ρον δέ τινες οὐκ ὀλίγοι τῶν ἐθνῶν τὰ εἴδωλα κατα- “λιπόντες ἐπέστρεψαν ἐπὶ τὸν θεόν. οὐ πρότερον “γὰρ παραδεξαμένοις αὐτοῖς τότε πρῶτον δι᾿ ἡμῶν ‟ὁ λόγος ἐπεσπάρη.