Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.14
Not analysed yet
καὶ ὥσπερ τούτου ἕνεκεν ‟ἀπαγαγὼν ἡμᾶς πρὸς αὐτοὺς ὁ θεὸς, ἐπεὶ τὴν ‟διακονίαν ταύτην ἐπληρώσαμεν, πάλιν ἀπαγήοχεν. ‟ὁ γὰρ Αἰμιλιανὸς εἰς τραχυτέρους μὲν, ὡς ἐδόκει, “καὶ λιβυκωτέρους ἡμᾶς μεταστῆσαι τόπους ἐβου- ‟λήθη, καὶ τοὺς πανταχόσε εἰς τὸν Μαρεώτην ἐκέ- ‟γευσε συρρεῖν, κώμας ἑκάστοις τῶν κατὰ χώραν “ἀφορίσας, ἡμᾶς δὲ μᾶλλον ἐν ὁδῷ καὶ πρώτους ‟καταληφθησομένους ἔταξεν. ᾠκονόμει γὰρ δηλονότι ‟καὶ παρεσκεύαζεν, ἵνα ὁπόταν βουληθείη συλλαβεῖν, ‟πάντας εὐαλώτους ἔχοι.