Ancient Greek · ~2 min
11.15 to 11.16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.15-16
Not analysed yet
ἐγὼ δὲ ὅτε μὲν εἰς “Κεφρὼν κεκελεύσμην ἀπελθεῖν, καὶ τὸν τόπον ‟ἠγνόουν ὅποι ποτὲ οὗτός ἐστιν, οὐδὲ τὸ ὄνομα σχε- “δὸν πρότερον ἀκηκοώς· καὶ ὅμως εὐθύμως καὶ “ἀταράχως ἀπῄειν. ἐπεὶ δὲ μετασκηνώσειν εἰς τὰ “Κολλουθίωνος ἀπηγγέλη μοι, ἴσασιν οἱ παρόντες “ὅπως διετέθην· ἐνταῦθα γὰρ ἐμαυτοῦ κατηγορήσω. ‟τὸ μὲν πρῶτον ἠχθέσθην καὶ λίαν ἐχαλέπηνα· ‟καὶ γὰρ εἰ γνωριμώτεροι καὶ συνηθέστεροι ἐτύγχα- “νον ἡμῖν οἱ τόποι, ἀλλ᾿ ἔρημον μὲν ἀδελφῶν καὶ ‟σπουδαίων ἀνθρώπων ἔφασκον εἶναι τὸ χωρίον, ‟ταῖς δὲ τῶν ὁδοιπορούντων ἐνοχλήσεσι καὶ λῃστῶν “καταδρομαῖς ἐγκείμενον.