Ancient Greek · ~3 min
11.21 to 11.23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.21-23
Not analysed yet
τοῖς δὲ οὐ πάμπολυς αὐτάρκης ἀπέβη χρόνος εἰς τὸ φανῆναι δεκτοὺς τῷ κυρίῳ, ὥσπερ οὖν ἔοικε μηδὲ ῾ἐμοὶ ὁ μέχρι νῦν. διόπερ εἰς ὃν οἶδεν αὐτὸς ἐπι- ‟τήδειον καιρὸν ὑπερέθετό με ὁ λέγων ῾καιρῷ δεκτῷ ‟ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. ᾿τὰ γὰρ καθ’ ἡμᾶς ἐπειδὴ πυνθάνεσθε καὶ βούλεσθε δηλωθῆναι ὑμῖν ὅπως διάγομεν, ἠκούσατε ‟μὲν πάντως ὅπως ἡμᾶς δεσμώτας ἀπαγομένους ὑπὸ “ἑκατοντάρχου καὶ στρατηγῶν καὶ τῶν σὺν αὐτοῖς στρατιωτῶν καὶ ὑπηρετῶν, ἐμέ τε καὶ Γάϊον καὶ ‟Φαῦστον καὶ Πέτρον καὶ Παῦλον, ἐπελθόντες τινὲς ‟τῶν Μαρεωτῶν ἄκοντας καὶ μηδὲ ἑπομένους, βίᾳ ‟τε σύροντες ἀφήρπασαν. ἐγὼ δὲ νῦν καὶ Γάϊος ‟καὶ Πέτρος, μόνοι τῶν ἄλλων ἀδελφῶν ἀπορφανι- ‟σθέντες, ἐν ἐρήμῳ καὶ αὐχμηρῷ τῆς Λιβύης τόπῳ κατακεκλείσμεθα, τριῶν ἡμερῶν ὁδὸν τοῦ Παραι- “τονίου διεστηκότες.’’