Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.24
Not analysed yet
καὶ ὑποκαταβάς φησιν ‘ἐν δὲ τῇ πόλει καταδεδύκασιν ἀφανῶς ἐπισκεπτό- ‟μένοι τοὺς ἀδελφούς —πρεσβύτεροι μὲν Μάξιμος, ῾Διοσκόρος, Δημήτριος, Λούκιος· οἱ γὰρ ἐν τῷ κόσμῳ ‟προφανέστεροι Φαυστῖνος καὶ Ἀκύλας ἐν Αἰγύπτῳ πλανῶνται· διάκονοι δὲ οἶ μετὰ τοὺς ἐν τῇ νόσῳ τελευτήσαντας ὑπολειφθέντες Φαῦστος, Εὐσεβίος, ῾Χαιρήμων· Εὐσέβιος, ὃν ἐξ ἀρχῆς ὁ θεὸς καὶ παρεσκεύασε, τὰς ὑπηρεσίας τῶν ἐν ταῖς φυλακαῖς γενομένων ὁμολογητῶν ἐναγωνίως ἀπο- ‟πληροῦν, καὶ τὰς τῶν σωμάτων περιστολὰς τῶν ‟τελείων καὶ μακαρίων μαρτύρων οὐκ ἀκινδύνως ἐκτελεῖν.