Ancient Greek · ~3 min
11.7 to 11.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.7-2-9
Not analysed yet
δεδώκασι γὰρ ἐξουσίαν “ὑμῖν σωτηρίας, εἰ βούλοισθε ἐπὶ τὸ κατὰ φύσιν “τρέπεσθαι, καὶ θεοὺς τοὺς σώζοντας αὐτῶν τὴν ‟βασιλείαν προσκυνεῖν, ἐπιλαθέσθαι τε τῶν παρὰ “φύσιν. τί οὖν φατὲ πρὸς ταῦτα; οὐδὲ γὰρ ἀχαρί- “στους ὑμᾶς ἔσεσθαι περὶ τὴν φιλανθρωπίαν αὐτῶν ‟προσδοκῶ, ἐπειδήπερ ἐπὶ τὰ βελτίω ὑμᾶς προτρέ- “πονται. Διονύσιος ἀπεκρίνατο· οὐ πάντες πάντας “προσκυνοῦσι θεοὺς, ἀλλ᾿ ἕκαστοι τινὰς, οὓς νομί- “ζουσιν. ἡμεῖς τοίνυν τὸν ἕνα θεὸν, τὸν δημιουργὸν “τῶν ἁπάντων, τὸν καὶ τὴν βασιλείαν ἐγχειρίσαντα ‟τοῖς θεοφιλεστάτοις Οὐαλεριανῷ καὶ Γαλλιηνῷ “σεβαστοῖς, τοῦτον καὶ σέβομεν καὶ προσκυνοῦμεν, “καὶ τούτῳ διηνεκῶς ὑπὲρ τῆς βασιλείας αὐτῶν, “ὅπως ἀσάλευτος διαμένῃ, προσευχόμεθα. Αἰμι- “λιανὸς διέπων τὴν ἡγεμονίαν αὐτοῖς εἶπε· τίς γὰρ “ὑμᾶς κωλύει καὶ τοῦτον, εἴπερ ἐστὶ θεὸς, μετὰ “τῶν κατὰ φύσιν θεῶν προσκυνεῖν; θεοὺς γὰρ “σέβειν ἐκελεύσθητε, καὶ θεοὺς οὓς πάντες ἴσασι. “Διονύσιος ἀπεκρίνατο ῾ἡμεῖς οὐδένα ἕτερον προσ- ‟κυνοῦμεν.