Ancient Greek · ~6 min
11.1 to 11.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.1-5-6
Not analysed yet
[Nic. H. E. VI, 10] Περὶ δὲ τοῦ κατ᾿ αὐτὸν διωγμοῦ σφοδρότατα πνεύσαντος οἷα σὺν ἑτέροις ὁ αὐτὸς διὰ τὴν εἰς τὸν τόν ὅλων θεὸν εὐσέβειαν ὑπέστη, δηλώσουσιν αἱ αὐτοῦ φωναὶ, ἃς πρὸς Γερμανὸν τῶν κατ᾿ αὐτὸν ἐπισκόπων κακῶς ἀγορεύειν αὐτὸν πειρώμενον ἀποτεινόμενος τοῦτον παρατίθεται τὸν τρόπον ‟εἰς ἀφροσύνην δὲ κινδυνεύω πολλὴν καὶ ‟ἀναισθησίαν ὄντως ἐμπεσεῖν, εἰς ἀνάγκην συμβιβαζό- “μενος τοῦ διηγεῖσθαι τὴν θαυμαστὴν περὶ ἡμᾶς οἰκο- “νομίαν τοῦ θεοῦ. ἀλλ᾿ ἐπειδὴ μυστήριον, φησὶ, βασι- “λέως κρύψαι καλὸν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἔνδοξον, ὁμόσε χωρήσω τῇ Γερμανοῦ βίᾳ. ἧκον ‟πρὸς Αἰμιλιανὸν οὐ μόνος· ἠκολούθησαν δέ μοι ‟συμπρεσβύτερός τέ μου Μάξιμος καὶ διάκονοι ‟Φαῦστος καὶ Εὐσέβιος καὶ Χαιρήμων· καί τις τῶν “ἀπὸ ῾Ρώμης παρόντων ἀδελφῶν ἡμῖν συνεισῆλθεν. ‟Αἰμιλιανὸς δὲ οὐκ εἶπέ μοι προηγουμένως ῾μὴ “σύναγε. ᾿περιττὸν γὰρ ἦν αὐτῷ τοῦτο καὶ τὸ “τελευταῖον ἐπὶ τὸ πρῶτον ἀνατρέχοντι. οὐ γὰρ “περὶ τοῦ μὴ συνάγειν ἑτέρους ὁ λόγος ἦν αὐτῷ, “ἀλλὰ περὶ τοῦ μηδ᾿ αὐτοὺς ἡμᾶς εἶναι Χριστιανοὺς, “καὶ τούτου προσέταττε πεπαῦσθαι, εἰ μεταβαλοίμην “ἔγωγε, καὶ τοὺς ἄλλους ἕψεσθαί μοι νομίζων. “ἀπεκρινάμην δὲ οὐκ ἀπεοικότως οὐδὲ μακράν “῾πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις. ᾿ἀλλ᾿ “ἄντικρυς διεμαρτυράμην ὅτι τὸν θεὸν τὸν ὄντα “μόνον καὶ οὐδένα ἕτερον σέβω, οὐδ᾿ ἂν μεταθεί- “μην οὐδὲ παυσαίμην ποτὲ Χριστιανὸς ὤν. ἐπὶ “τούτοις ἐκέλευσεν ἡμᾶς ἀπελθεῖν εἰς κώμην πλησίον ‟τῆς ἐρήμου καλουμένην Κεφρώ. αὐτῶν δὲ ἐπα- ‟κούσατε τῶν ὑπ´ ἀμφοτέρων λεχθέντων ὡς ὑπεμνη- “ματίσθη. εἰσαχθέντων Διονυσίου καὶ Φαύστου καὶ “Μαξίμου καὶ Μαρκέλλου καὶ Χαιρήμονος Αἰμιλια- ‟νὸς διέπων τὴν ἡγεμονίαν εἶπε· καὶ ἀγράφως ὑμῖν “διελέχθην περὶ τῆς φιλανθρωπίας τῶν κυρίων ἡμῶν ‟ᾗ περὶ ὑμᾶς κέχρηνταί.