Ancient Greek · ~3 min
ΛΟΓΟΣ Β., Chapter 12
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 12
Not analysed yet
[Nic. H. E. ΙΙ, 11] “Ἐπὶ τούτοις δὲ καὶ τὸν ‘μέγαν λιμὸν κατὰ τὴν Ἰουδαίαν συνέβη γενέσθαι, καθ’ ὃν καὶ ἡ βασίλισσα Ἑλένη πολλῶν χρημάτων ὠνησαμένη σῖτον ἀπὸ τῆς Αἰγύπτου διένειμε τοῖς “ἀπορουμένοις.’’ σύμφωνα δ’ ἂν εὕροις καὶ ταῦτα τῇ τῶν Πραξέων τῶν ἀποστόλων γραφῇ, περιεχούσῃ ὡς ἄρα τῶν κατὰ τὴν Ἀντιόχειαν μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος εἰς διακονίαν ἀποστεῖλαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ · ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσ βυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Παύλου. τῆς γέ τοι Ἑλένης, ἧς δὴ καὶ ὁ συγγραφεὺς ἐποιήσατο μνήμην, εἰσ’ έτι νῦν στῆλαι διαφανεῖς ἐν προαστείοις δείκνυνται τῆς νῦν Αἰλίας. τοῦ δὲ Ἀδιαβηνῶν ἔθνους αὕτη βασιλεῦσαι ε΄λέγετο.