Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 12
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 12.1
Not analysed yet
[Nic. H. E. I, 21-22] Τῶν γε μὴν τοῦ σω- τηρὸς ἀποστόλων παντί τῳ σαφὴς ἐκ τῶν εὐαγγελίων ἡ πρόσρησις. τῶν δ’ ἑβδομήκοντα μαθητῶν κατάλογος μὲν οὐδεὶς οὐδαμὴ φέρεται · λέγεταί γε μὴν εἰς αὐτῶν Βαρνάβας γεγονέναι, οὑ διαφόρως μὲν καὶ αἱ Πραξεῖς τῶν ἀποστόλων ἐμνημόνευσαν, οὐχ ἥκιστα δὲ καὶ ὁ Παῦλος Γαλάταις γράφων. τούτων δ’ εἶναί φασι καὶ Σωσθένην τὸν ἅμα Παύλῳ Κορινθίοις ἐπιστείλαντα.