Ancient Greek · ~4 min
11.7 to 11.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.7-9
Not analysed yet
ταῦτα περὶ τοῦ Ἰωάννου διελθὼν καὶ τοῦ σωτῆρος ἡμῶν κατὰ τὴν αὐτὴν τοῦ συγγράμματος ἱστορίαν ὧδέ πως μέμνηται ‘γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, “σοφὸς ἀνὴρ ,εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή. ἦν γὰρ “παραδόξων ἔργων ποιητὴς ,διδάσκαλος ἀνθρώπων “τῶν ἡδονῇ τἀληθῆ δεχομένων, καὶ πολλοὺς μὲν τῶν ‘Ἰουδαίων ,πολλοὺς δὲ καὶ ἀπὸ τοῦ Ἑλληνικοῦ ἐπη- “γάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει “τῶν πρώτων ἀνδρῶν παρ’ ἡμίν σταυρῷ ἐπιτετἰμη- “κότος Πιλάτου, οὐκ ἐπαύσαντο οἶ τὸ πρῶτον ἀγα- “πήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν “πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα “μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότω ’ν. εἰσέτι τε “νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ “ἐπέλιπε τὸ φῦλον.’’ ταῦτα τοῦ ἐξ αὐτῶν Ἐβραίων συγγραφέως ἀνέκαθεν τῇ ἑαυτοῦ γραφῇ περί τε τοῦ βαπτιστοῦ Ἰωάννου καὶ τοῦ σωτῆρος ἡμῶν παραδεδωκότος, τίς ἂν ἔτι λείποιτο ἀποφυγὴ τοῦ μὴ ἀναισχύντους ἀπελέγχεσθαι τοὺς τὰ κατ’ αὐτῶν πλασαμένους ὑπομνήματα; ἀλλὰ ταῦτα μὲν ἐχέτω ταύτῃ.