Ancient Greek · ~3 min
ΛΟΓΟΣ Δ., Chapter 12
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 12.1-3
Not analysed yet
[Nic. H. E. III, 26-32] “Αὐτοκράτορι Τίτῳ ῾Αἰλίῳ ’Αδριανῷ Ἀντωνίνῳ Εὐσεβεῖ Καίσαρι Σεβα- “στῷ, καὶ Οὐηρισσίμῳ υἱῷ φιλοσόφῳ ,καὶ Λουκίῳ ῾φιλοσόφῳ, Καίσαρος φύσει υἱῷ καὶ Εὐσεβοῦς εἰσποι- “ητῷ, ἐραστῇ παιδείας, ἱερᾷ τε συγκλήτῳ καὶ παντὶ “δήμῳ Ῥωμαίων, ὑπὲρ τῶν ἐκ παντὸς γένους ἀνθρώ- “πων ἀδίκως μισουμένων καὶ ἐπηρεαζομένων ,’Ιουστῖνος Πρίσκου τοῦ Βακχείου, τῶν ἀπὸ Φλαουίας “Νέας πόλεως τῆς Συρίας Παλαιστίνης ,εἷς αὐτῶν ὢν ,τὴν προσφώνησιν καὶ ἔντευξιν ποιήσομαι. ”ἐντευχθεὶς δὲ καὶ ὑφ’ ἑτέρων ὁ αὐτὸς βασιλεὺς ἐπὶ τῆς Ἀσίας ἀδελφῶν, παντοίαις ὕβρεσι πρὸς τῶν ἐπιχωρίων δήμων καταπονουμένων, τοιαύτης ἠξίωσε τὸ κοινὸν τῆς Ἀσίας διατάξεως ·