Ancient Greek · ~2 min
11.10 to 11.11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.10-11
Not analysed yet
τούτοις ἐπιφέρει λέγων “ἔστι “δὲ ἡμῖν καὶ σύνταγμα κατὰ πασῶν τῶν γεγενημέ- “νων αἱρέσεων, ᾧ εἰ βούλεσθε ἐντυχεῖν, δώσομεν.’’ ὁ δὲ αὐτὸς οὗτος Ἰουστῖνος, καὶ πρὸς Ἕλληνας ἱκανώτατα πονήσας, καὶ λόγους ὑπὲρ τῆς ἡμετέρας πίστεως ἀπολογίαν ἔχοντας βασιλεῖ Ἀντωνίνῳ τῷ δὴ ἐπικληθέντι Εὐσεβεῖ καὶ τῇ ῾Ρωμαίων συγκλήτῳ βουλῆ̣ προσφωνεῖ. καὶ γὰρ ἐπὶ τῆς ῾Ρώμης τὰς διατριβὰς ἐποιεῖτο. ἐμφαίνει δὲ ἑαυτὸν, ὅστις καὶ πόθεν ἠν ,διὰ τῆς ἀπολογίας ἐν τούτοις·