Ancient Greek · ~3 min
13.1 to 13.3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.1-3
Not analysed yet
[Nic. H. E. II, 7 et Euagr. IV, 29] ’H τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θειότης, εἰς πάντας ἀνθρώπους τῆς παραδοξοποιοῦ δυνάμεως ἕνεκεν βοωμένη ,μυρίους ὅσους καὶ τῶν ἐπ’ άλλοδαπῆς πορρωτάτω τε τῆς Ἰουδαίας νόσων καὶ παντοίων παθῶν ἐλπίδι θεραπείας ἐπήγετο. ταύτῃ τοι βασιλεὺς Ἂβγρος, τῶν ὑπὲρ Εὐφράτην ἐθνῶν έπισημότατα δυναστεύων ,πάθει τὸ σῶμα δεινῷ καὶ οὐ θεραπευτῷ ὅσον ἐπ’ ἀνθρωπείᾳ δυνάμει καταφθει- ρόμενος ,ὡς καὶ τοὔνομα τοῦ Ἰησοῦ πολὺ καὶ τὰς δυνάμεις συμφώνως πρὸς ἁπάντων μαρτυρουμένας ἐπύθετο, ἱκέτης αὐτοῦ πέμψας δι’ ἐπιστοληφόρου γίνεται, τῆς νόσου τυχεῖν ἀπαλλαγῆς ἀξιῶν. ὁ δὲ μὴ τότε καλοῦντι ὑπακούσας ἐπιστολῆς γοῦν αὐτὸν ἰδίας καταξιοῖ, ἴνα τῶν αὑτοῦ μαθητῶν ἀποστέλλειν ἐπὶ θεραπείᾳ τῆς νόσου, ὁμοῦ τε αὐτοῦ σωτηρίαν καὶ τόν προσηκόντων ἁπάντων ὑπισχνούμενος.