Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.4
Not analysed yet
οὐκ εἰς μακε`ν δὲ ἄρα αὐτῷ ἐπληροῦτο τὰ τῆς ἐπαγγε- λίας. μετὰ γοῦν τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον Θωμᾶς, τῶν ἀποστόλων εἶς τῶν δώδεκα, Θαδδαῖον, ἐν ἀριθμῷ καὶ αὐτὸν τῶν ἑβδο- μήκοντα τοῦ Χριστοῦ μαθητῶν κατειλεγμένον ,κινήσει θειοτέρᾳ ἐπὶ τὴν Ἒδεσσαν κήρυκα καὶ εὐαγγελιστὴν τῆς περὶ τοῦ Χριστοῦ διδασκαλίας ἐκπέμπει, πάντα τε δι’ αὐτοῦ τὰ τῆς τοῦ σωτῆρος ἡμῶν τέλος ἐλάμβανεν ἐπαγγελίας.