Ancient Greek · ~6 min
13.1 to 13.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.1-7-6
Not analysed yet
[Nic. H. E. VII, 16] τῶν δὲ κατὰ τὰς ἐπισήμους πόλεις μαρτυρησάντων ἐκκλησιαστικῶν ἀρχόντων πρῶτος ἡμῖν ἐν εὐσεβῶν στήλαις τῆς Χριστοῦ βασιλείας ἀναγορευέσθω μάρτυς ἐπίσκοπος τῆς Νικομηδέων πόλεως, τὴν κεφαλὴν ἀποτμηθεὶς, Ἄνθιμος. τῶν δ᾿ ἐπ᾿ Ἀντιοχείας μαρτύρων τὸν πάντα βίον ἄριστος πρεσβύτερος τῆς αὐτόθι παροικίας Λουκιανὸς, ἐν τῇ Νικομηδείᾳ καὶ αὐτὸς, βασιλέως ἐπι- παρόντος, τὴν οὐράνιον τοῦ Χριστοῦ βασιλείαν λόγῳ πρότερον δι’ ἀπολογίας, εἶτα δὲ καὶ ἔργοις ἀνακηρύξας. τῶν δ’ ἐπὶ Φοινίκης μαρτύρων γένοιντ’ ἂν ἐπισημότατοι τὰ πάντα θεοφιλεῖς τῶν λογικῶν Χριστοῦ θρεμμάτων ποιμένες, Τυραννίων ἐπίσκοπος τῆς κατὰ Τυρὸν ἐκκλησίας, πρεσβύτερός τε τῆς κατὰ Σιδῶνα Ζηνόβιος, καὶ ἔτι Σιλβανὸς τῶν ἀμφὶ τὴν Ἔμισαν ἐκκλησιῶν ἐπίσκοπος. ἀλλ’ οὗτος μὲν θηρίων βορὰ μεθ’ ἑτέρων ἐπ’ αὐτῆς ἐμίσης γενόμενος χοροῖς ἀνελήφθη μαρτύρων, τῶν δ’ ἐπ’ Ἀντιοχείας ἄμφω τὸν τοῦ θεοῦ λόγον διὰ τῆς εἰς θάνατον ὑπομονῆς ἐδοξασάτην, ὁ μὲν θαλαττίοις παραδοθεὶς βυθοῖς, ὁ ἐπίσκοπος, ὁ δὲ ἰατρῶν ἄριστος Ζηνόβιος ταῖς κατὰ τῶν πλευρῶν ἐπιτεθείσαις αὐτῷ καρτερῶς ἐναποθανὼν βασάνοις. τῶν δ’ ἐπὶ Παλαιστίνης μαρτύρων Σιλβανὸς, ἐπίσκοπος τῶν ἀμφὶ τὴν Γάζαν ἐκκλησιῶν, κατὰ τὰ ἐν Φαίνοι χαλκοῦ μέταλλα σὺν ἑτέροις ἑνὸς δέουσι τὸν ἀριθμὸν τεσσαράκοντα τὴν κεφαλὴν ἀποτέμνεται, Αἰγύπτιοί τε αὐτόθι Πήλευς καὶ Νεῖλος ἐπίσκοποι μεθ’ ἑτέρων τὴν διὰ πυρὸς ὑπέμειναν τελευτήν. καὶ τὸ μέγα δὲ κλέος τῆς Καισαρέων παροικίας ἐν τούτοις ἡμῖν μνημονευέσθω Πάμφιλος πρεσβύτερος, τῶν καθ’ ἡμᾶς θαυμασιώτατος, οὗ τῶν ἀνδραγαθημάτων τὴν ἀρετὴν κατὰ τὸν δέοντα καιρὸν ἀνεγράψαμεν.