Ancient Greek · ~3 min
ΛΟΓΟΣ Η., Chapter 13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.7-3
Not analysed yet
τῶν δ’ ἐπ’ Ἀλεξανδρείας καθ’ ὅλης τε Αἰγύπτου καὶ Θηβαΐδος διαπρεπῶς τελειωθέντων πρῶτος Πέτρος, αὐτῆς Ἀλεξανδρείας ἐπίσκοπος, θεῖόν τι χρῆμα διδασκάλων τῆς ἐν Χριστῷ θεοσεβείας, ἀναγεγράφθω, καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων Φαῦστος καὶ Δῖος καὶ Ἀμμώνιος, τέλειοι Χριστοῦ μάρτυρες, Φιλέας τε καὶ Ἡσύχιος καὶ Παχύμιος καὶ Θεόδωρος, τῶν ἀμφὶ τὴν Αἴγυπτον ἐκκλησιῶν ἐπίσκοποι, μυρίοι τε ἐπὶ τούτοις ἄλλοι διαφανεῖς, οἱ πρὸς τῶν κατὰ χώραν καὶ τόπον παροικιῶν μνημονεύονται, ὧν ἀνὰ τὴν πᾶσαν οἰκουμένην ὑπὲρ τῆς εἰς τὸ θεῖον εὐσεβείας ἠγωνισμένων γραφῇ παραδιδόναι τοὺς ἄθλους, ἐπ’ ἀκριβές τε ἕκαστα τῶν περὶ αὐτοὺς συμβεβηκότων ἱστορεῖν, οὐχ ἡμέτερον, τῶν δ’ ὄψει τὰ πράγματα παρειληφότων ἴδιον ἂν γένοιτο. οἷς γε μὴν αὐτὸς παρεγενόμην, τούτους καὶ τοῖς μεθ’ ἡμᾶς γνωρίμους δι’ ἑτέρας ποιήσομαι γραφής.