Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.18
Not analysed yet
ἐθαύμασέ τε ὁ Ἄβγαρος ,ὅτι καθὼς ἤκουσται αὐτῷ περὶ τοῦ Ἰησοῦ, οὕτως τοῖς ἔργοις παρέλαβε διὰ τοῦ μαθητοῦ αὐτοῦ Θαδδαίου, ὃς αὐτὸν ἄνευ φαρμακείας καὶ βοτανῶν ἐθεράπευσεν, καὶ οὐ μόνον, ἀλλὰ καὶ Ἄβδον τὸν τοῦ Ἄβδου ποδάγραν ἔχοντα, ὃς καὶ αὐτὸς προσελθὼν ὑπὸ τοὺς πόδας αὐτοῦ ἔπεσεν, εὐχάς τε διὰ χειρὸς λαβὼν ἐθεραπεύθη · πολλούς τε ἄλλους συμπολίτας αὐτῶν ὁ αὐτὸς ἰάσατο ,θαυμαστὰ καὶ μεγάλα ποιῶν ,καὶ κηρύσσων τὸν λόγον τοῦ θεοῦ.