Ancient Greek · ~3 min
13.16 to 13.17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.16-17
Not analysed yet
καὶ ὁ Ἄβγαρος πρὸς αὐτόν “οὕτως ἐπίστευσα, φησὶν ,ἐν αὐτῷ ,ὡς καὶ τοὺς Ἰουδαίους τοὺς σταυρώσαντας αὐτὸν βουλη- θῆναι δύναμιν παραλαβὼν κατακόψαι, εἰ μὴ διὰ τὴν βασιλείαν τὴν Ῥωμαίων ἀνεκόπην τούτου.’ καὶ ὁ Θαδδαῖοςδ εἶπεν “ὁ κύριος ἡμῶν τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ πεπλήρωκε ,καὶ πληρώσας ἀνελήφθη πρὸς τὸν πατέρα. ”λέγει αὐτῷ Ἄβγαρος “κἀγὼ πεπίστευκα εἰς αὐτὸν καὶ εἰς τὸν πατέρα αὐτοῦ.’’ καὶ ὁ Θαδδαῖος “διὰ τοῦτο ,φησὶ ,τίθημι τὴν χεῖρά μου ἐπὶ σὲ ἐν ὀνόματι αὐτοῦ. ”καῖ τοῦτο πράξαντος παραχρῆμα ἐθε- ραπεύθη τῆς νόσου καὶ τοῦ πάθους οὗ εἶχεν.