Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.6
Not analysed yet
πάσης μὲν οὖν ἀρχηγὸν αἱρέσεως πρῶτον γενέσθαι τὸν Σίμωνα παρειλήφαμεν ,ἐξ οὑ καὶ εἰς δεῦρο οἱ τὴν κατ’ αὐτὸν μετιόντες αἵρεσιν, τὴν σώφρονα καὶ διὰ καθαρότητα βίου παρὰ τοῖς πᾶσι βεβοημένην Χριστιανῶν φιλοσοφίαν ὑποκρινόμενοι, ἧς μὲν ἔδοξαν ἀπαλλάττεσθαι περὶ τὰ εἴδωλα δεισιδαιμονίας οὐδὲν ἧττον αὖθις ἐπιλαμβάνονται, καταπίπτοντες ἐπὶ γραφὰς καὶ εἰκόνας αὐτοῦ τε τοῦ Σίμωνος καὶ τῆς σὺν αὐτῷ δηλωθείσης Ἑλένης, θυμιάμασί τε καὶ θυσίαις καὶ σπονδαῖς τούτους θρησκεύειν ἐγχειροῦντες.