Ancient Greek · ~2 min
13.7 to 13.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.7-8
Not analysed yet
τὰ δὲ τούτων αὐτοῖς ἀπορρητότερα, ὧν φασι τὸν πρῶτον ὢ ἐπακούσαντα ἐκπλαγήσεσθαι, καὶ κατά τι παρ’ αὐτοῖς λόγιον ἔγγραφον θαμβωθήσεσθαι, θάμβους ὡς ἀληθῶς καὶ φρενῶν ἐκστάσεως καὶ μανίας ἔμπλεα τυγχάνει, τοιαῦτα ὄντα, ὡς μὴ μόνον μὴ δυνατὰ εἶναι παραδοθῆναι γραφῆ̣, ἀλλ’ οὐδὲ χείλεσιν αὐτὸ μόνον δι’ ὑπερβολὴν αἰσχρουργίας τε καὶ ἀρρητοποιίας ἀνδράσι σώφροσι λαληθῆναι. ὅ τι ποτὲ γὰρ ἂν εἴη ἢ ἐπινοηθείη παντὸς αἰσχροῦ μιαρώτερον, τοῦτο πᾶν ὑπερηκόντισεν ἡ τῶνδε μυσαρωτάτη αἵρεσις, ταῖς ἀθλίαις καὶ παντοίων ὡς ἀληθῶς κακῶν σεσωρευμέναις γυναιξὶν ἐγκαταπαιζόντων.