Ancient Greek · ~4 min
14.1 to 14.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 14.1-3-4
Not analysed yet
[Nic. H. E. III, 30] Ἐπὶ δὲ τῶν δηλουμένων, Ἀνικήτου τῆς ῾Ρωμαίων ἐκκλησίας ἡγουμένου, Πολύκαρπον ἔτι περιόντα τῷ βίῳ γενέσθαι τε ἐπὶ ῾Ρώμης καὶ εἰς ὁμιλίαν τῷ Ἀνικήτῳ ἐλθεῖν διά τι ζήτημα περὶ τῆς κατὰ τὸ πάσχα ἡμέρας, Εἰρη- ναῖος ἱστορεῖ. καὶ ἄλλην δὲ ὁ αὐτὸς περὶ τοῦ Πολυκάρπου παραδίδωσι διήγησιν, ἣν ἀναγκαῖον τοῖς περὶ αὐτοῦ δηλουμένοις ἐπισυνάψαι οὕτως ἔχουσαν · [Ἀπὸ τοῦ τρίτου τῶν πρὸς τὰς αἱρέσεις Εἰρηναίου.] “Καὶ Πολύκαρπος δὲ οὐ μόνον ὑπὸ ἀποστόλων μαθητευθεὶς ,καὶ συναναστραφεὶς πολλοῖς τὸν Χρι- “στὸν ἑωρακόσιν, ἀλλὰ καὶ ὑπὸ ἀποστόλων καταστα- “θεὶς εἰς τὴν Ἀσίαν ἐν τῇ ἐν Σμύρνῃ ἐκκλησίᾳ ἐπί- “σκοπος, ὃν καὶ ἡμεῖς ἑωράκαμεν ἐν τῇ πρώτῃ ἡμῶν ἡλικίᾳ. ἐπιπολὺ γὰρ παρέμεινε, καὶ πάνυ. γηρα- ῾λέος, ἐνδόξως καὶ ἐπιφανέστατα μαρτυρήσας, ἐξῆλθε τοῦ βίου ,ταῦτα διδάξας ἀεὶ, ἃ καὶ παρὰ τῶν ἀπο- “στόλων ἔμαθεν, ἃ καὶ ἡ ἐκκλησία παραδίδωσιν, “καὶ μόνα ἐστὶν ἀληθῆ.