Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 14.5
Not analysed yet
μαρτυροῦσι τούτοις αἱ “κατὰ τὴν Ἀσίαν ἐκκλησίαι πᾶσαι, καὶ οἱ μέχρι νῦν “διαδεδεγμένοι τὸν Πολύκαρπον ,πολλῷ ἐξιοπιστότερον καὶ βεβαιότερον ἀληθείας μάρτυρα ὄντα Οὐα- “λεντίνου καὶ Μαρκίωνος καὶ τῶν λοιπῶν κακογνω- “μόνων, ὃς καὶ ἐπὶ Ἀνικήτου ἐπιδημήσας τῇ Ῥώμῃ πολλοὺς ἀπὸ τῶν προειρημένων αἱρετικῶν ἐπέστρε- ‘ψεν ἐπὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ, μίαν καὶ μόνην “ταύτην ἀλήθειαν κηρύξας ὑπὸ τῶν ἀποστόλων παρειληφέναι, τὴν ὑπὸ τῆς ἐκκλησίας παραδεδομένην. “